« Drakontion (Dioscoride) » : différence entre les versions
Page créée avec « {{Tournepage Dioscoride |titre=''De Materia Medica'' (Dioscoride, 1er siècle) |titrepageprécédente=kuklaminos hetera (Diosc... » |
Aucun résumé des modifications |
||
Ligne 54 : | Ligne 54 : | ||
____________________ | ____________________ | ||
RV: '''δρακοντία μεγάλη'''· οἱ δὲ ἄρον, οἱ δὲ ἴσαρον, οἱ | RV: '''δρακοντία μεγάλη'''· οἱ δὲ '''ἄρον''', οἱ δὲ '''ἴσαρον''', οἱ | ||
δὲ ἴαρον, οἱ δὲ ἱεράκιος, οἱ δὲ ἄμι ἄγριον, οἱ δὲ κύπερις, Ῥω- | δὲ '''ἴαρον''', οἱ δὲ '''ἱεράκιος''', οἱ δὲ '''ἄμι ἄγριον''', οἱ δὲ '''κύπερις''', Ῥω- | ||
μαῖοι κόλουβρουμ, οἱ δὲ μουράριαμ, οἱ δὲ σεγιτάλις, οἱ δὲ | μαῖοι κόλουβρουμ, οἱ δὲ μουράριαμ, οἱ δὲ σεγιτάλις, οἱ δὲ | ||
στρουμάριαμ. φύεται ἐν συσκίοις καὶ φραγμοῖς. καυλὸν δὲ ἔχει | στρουμάριαμ. φύεται ἐν συσκίοις καὶ φραγμοῖς. καυλὸν δὲ ἔχει |
Version du 19 décembre 2018 à 16:54
Texte grec de Wellmann
2.166.1 <δρακόντιον>· φύλλα ἔχει κισσοειδῆ, μεγάλα, σπίλους ἔχοντα λευκούς, καυλὸν δὲ ὀρθόν, δίπηχυν, ποικίλον, ὀφιοειδῆ, διαπόρφυρον τοῖς σπίλοις, βακτηρίας τὸ πάχος· καρπὸς δὲ ἐπ' ἄκρου βοτρυοειδής, χρώματι τὸ μὲν πρῶτον χλοώδης, πε- πανθεὶς δὲ κροκίζων, ἐπιδάκνων τὴν γεῦσιν, ῥίζα ποσῶς στρογ- γύλη, βολβοειδής, ὁμοία ἄρῳ, φλοιὸν ἔχουσα λεπτόν. φύεται ἐν συσκίοις <τόποις> περὶ φραγμοὺς καὶ αἱμασιάς. δύναμιν δὲ ἔχει ὁ καρπὸς χυλισθεὶς καὶ ἐγχυματισθεὶς μετ' ἐλαίου εἰς τὸ οὖς ὠταλγίαν παύειν, εἰς δὲ τὰς ῥῖνας ἐντιθέ- μενος ἐν ἐρίῳ πώλυπας δαπανᾶν, καταχριόμενος δὲ στέλλειν
2.166.2 καὶ καρκινώματα. ποθέντες δὲ ὅσον τριάκοντα κόκκοι μετ' ὀξυκράτου ἐξαμβλώσκουσι, καὶ τὴν ὀσμὴν δέ φασι κατὰ τὸν μαρασμὸν τῆς ἀνθήσεως τῶν ἄρτι συνειλημμένων ἐμβρύων φθόριον εἶναι. ἡ δὲ ῥίζα θερμαντικὴ οὖσα βοηθεῖ ὀρθοπνοίαις, ῥήγμασι, σπάσμασι, βηξί, κατάρρῳ, καὶ τὰ ἐν θώρακι ὑγρὰ εὐανάγωγα ποιεῖ, ἑφθή τε καὶ ὠμὴ μετὰ μέλιτος καὶ καθ' ἑαυτὴν
2.166.3 βιβρωσκομένη· ξηρὰ δὲ λεία σὺν μέλιτι ἐκλείχεται. ἔστι δὲ οὐρητική, ὁρμάς τε πρὸς συνουσίας ἐγείρει πινομένη μετ' οἴνου καὶ ἕλκη κακοήθη καὶ φαγεδαινικὰ μετὰ βρυωνίας λευκῆς σὺν μέλιτι λεανθεῖσα ἀνακαθαίρει καὶ ἀπουλοῖ, καὶ κολλύρια δὲ ἐξ αὐτῆς ἀναπλάσσεται πρὸς σύριγγας καὶ ἐμβρύων κομιδήν. φασὶ δὲ ὅτι, καὶ εἰ διατρίψει<έ> τις τῇ ῥίζῃ τὰς χεῖρας, ἀπὸ ἐχίδνης ἄδηκτος μένει· ἀποκαθαίρει δὲ καὶ ἀλφοὺς σὺν ὄξει κατα- χρισθεῖσα. τὰ δὲ φύλλα λεῖα ἐπὶ τῶν νεοτρώτων ἀντὶ μότων ἐπιτιθέμενα ἁρμόζει, καὶ πρὸς χιμέτλαν ἑψηθέντα ἐν οἴνῳ καὶ ἐπιτεθέντα, τυρός τε ἐνειλούμενος τοῖς φύλλοις ἄσηπτος δια-
2.166.4 μένει. ὁ δὲ χυλὸς τῆς ῥίζης ἁρμόζει πρὸς νεφέλια καὶ λευκώ- ματα καὶ ἀχλῦς. λαχανεύεται δὲ ἡ ῥίζα καὶ πρὸς τὴν ἐν ὑγιείᾳ χρῆσιν ἑφθή τε καὶ ὠμὴ ἐσθιομένη. οἱ δὲ ἐν ταῖς Γυμνητίσι νήσοις, καλουμέναις δὲ Βαλιαρίσιν, ἑφθὴν τὴν ῥίζαν μειγνύντες μέλιτι πολλῷ ἀντὶ πλακούντων ἐν τοῖς συνδείπνοις παρατι- θέασιν. ἀποτίθεσθαι δὲ δεῖ τὴν ῥίζαν ἐν πυραμητῷ ὀρύξαντας καὶ πλύναντας καὶ κατατεμόντας ἐνείραντάς τε λίνῳ καὶ ξηρά- ναντας ἐν σκιᾷ.
____________________
RV: δρακοντία μεγάλη· οἱ δὲ ἄρον, οἱ δὲ ἴσαρον, οἱ δὲ ἴαρον, οἱ δὲ ἱεράκιος, οἱ δὲ ἄμι ἄγριον, οἱ δὲ κύπερις, Ῥω- μαῖοι κόλουβρουμ, οἱ δὲ μουράριαμ, οἱ δὲ σεγιτάλις, οἱ δὲ στρουμάριαμ. φύεται ἐν συσκίοις καὶ φραγμοῖς. καυλὸν δὲ ἔχει λεῖον ὀρθόν, ὡς διπηχυαῖον, παχὺν ὡς βακτηρίαν, ποικίλον κατὰ τὴν χρόαν, ὡς ἐοικέναι δράκοντι, καὶ πλεονάζει μὲν ἐν τοῖς διαπορφύροις σπίλοις· φύλλα δὲ ὡς λαπάθου, ἀντεμπλε- κόμενα, καρπὸν δὲ ποιεῖ ἐπ' ἄκρου τοῦ καυλοῦ βοτρυοειδῆ, σποδώδη τῷ χρώματι τὸ πρῶτον, ἐν δὲ τῷ πεπανθῆναι κροκί-
2.166.10 ζοντα καὶ φοινικοῦν, ῥίζαν εὐμεγέθη, στρογγύλην, λευκήν, φλοιὸν ἔχουσαν λεπτόν. συλλέγεται δὲ καὶ χυλίζεται, ὅταν περκάζῃ, καὶ ξηραίνεται ἐν σκιᾷ. ἡ δὲ ῥίζα ὀρύσσεται ἐν πυραμητῷ καὶ πλυθεῖσα κατατέμνεται καὶ ἐνείρεται μὲν ἱμάντι, ξηραίνεται δὲ ἐν σκιᾷ. θερμαντικὴ δέ ἐστι μετὰ συγκράματος. ποιεῖ δὲ ὀπτή τε καὶ ἑφθὴ μετὰ μέλιτος ἐκλειχομένη πρὸς ὀρθοπνοικούς, ῥήγ- ματα, σπάσματα, βῆχας, κατάρρουν. ποθεῖσα δὲ μετ' οἴνου τὰς ἐπὶ συνουσίαν ὁρμὰς κινεῖ. καθαίρει δὲ σὺν μέλιτι λειαν- θεῖσα καὶ ἐπιπλασθεῖσα τὰ κακοήθη τῶν ἑλκῶν καὶ φαγεδαι- νικὰ καὶ μάλιστα μετὰ λευκῆς ἀμπέλου, καὶ κολλύρια δὲ ἐξ
2.166.20 αὐτῆς σὺν μέλιτι πρὸς σύριγγας ἀναπλάττεται καὶ πρὸς ἐμ- βρύων κομιδήν· ποιεῖ δὲ καὶ πρὸς ἀλφοὺς σὺν μέλιτι κατα- χρισθεῖσα, πολύποδας δὲ καὶ καρκινώματα δαπανᾷ. ποιεῖ δὲ ὁ χυλὸς αὐτῆς καὶ εἰς ὀφθαλμικά, πρὸς νεφέλια, λευκώματα, ἀχλῦς. ἡ δὲ ὀσμὴ τῆς ῥίζης καὶ τῆς πόας τῶν ἄρτι συνειλημ- μένων φθόριόν ἐστι, καὶ τοῦ καρποῦ τριάκοντα κόκκοι ποθέντες μετ' ὀξυκράτου. ἔνιοι δὲ τῷ χυλῷ τούτου καὶ τοὺς ὠταλγοῦν- τας ἐνεχυμάτισαν μετὰ ἐλαίου. τὰ δὲ φύλλα ὡς στύφοντα τοῖς νεοτρώτοις ὑπέθεσαν, ἡψημένα δὲ ἐν οἴνῳ καὶ τοῖς χίμετλα ἔχουσι. φασὶ δὲ καὶ τοὺς διατρίψαντας αὐτὰ ταῖς χερσὶν ἢ
2.166.30 τὴν ῥίζαν ἀναιροῦντας ὑπὸ ἔχεως μὴ δάκνεσθαι.
Identifications proposées
- Arum dracunculus (Beck)
- (Aufmesser)
- (Berendes)
- (García Valdés)
- (Osbaldeston)
Traduction française
La serpentaire a des feuilles qui évoquent celles du lierre, grandes, maculées de blanc, une tige droite, haute de deux coudées, tachetée à la manière d'un serpent, parsemée de macules pourpres, de l'épaisseur d'une canne ; à son extrémité <se forme> un fruit en grappe, qui est d'abord vert clair mais prend à la maturité la teinte du safran, de saveur caustique. La racine est à peu près ronde, comme un bulbe, semblable à celle de l'arum, couverte d'une écorce mince. La serpentaire croît dans les lieux bien ombragés, le long des haies et des murs en pierres sèches.
(...) La racine sert de légume consommé même par les bien-portants ; elle se mange tant cuite que crue. Les habitants des îles où se recrutent les troupes légères et qu'on appelle les Baléares, mélangent la racine cuite à une grande quantité de miel et la servent dans leurs banquets à la place de gâteaux. Il faut mettre en réserve la racine après l'avoir déterrée à l'époque de la moisson, lavée, coupée en morceaux qui sont enfilés sur un fil et séchés à l'ombre. (trad. Suzanne Amigues)
Dracunculus vulgaris Schott (note Suzanne Amigues)