Selinon kêpaion (Dioscoride)
Texte grec de Wellmann
3.64.1 <σέλινον κηπαῖον>· ἁρμόζει ἡ πόα πρὸς ἃ καὶ τὸ κό- ριον καὶ πρὸς ὀφθαλμῶν φλεγμονὰς μετ' ἄρτου ἢ πάλης ἀλ- φίτου καταπλασσόμενον καὶ καῦσον στομάχου παρηγορεῖ μα- στούς τε χονδριῶντας ἀνίησι, κινεῖ τε οὖρα ὠμόν τε καὶ ἑφθὸν βρωθέν· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ καὶ τῶν ῥιζῶν πινόμενον ἀντιπάσχει θανασίμοις φαρμάκοις καὶ ἐμέτους κινεῖ κοιλίαν τε
3.64.2 ἐπέχει. τὸ δὲ σπέρμα ἐστὶν οὐρητικώτερον, βοηθοῦν καὶ θηριο- δήκτοις καὶ τοῖς λιθάργυρον πεπωκόσι πνευμάτων τέ ἐστι δια- λυτικόν· μείγνυται δὲ καὶ ἀνωδύνοις καὶ θηριακαῖς καὶ βηχικαῖς χρησίμως. καὶ τὸ ἑλεοσέλινον δὲ τὸ γεννώμενον ἐν τοῖς ἐφύδροις τό- ποις, μεῖζον ὂν τοῦ ἡμέρου σελίνου, τὰ αὐτὰ δύναται, ὅσαπερ καὶ τὸ κηπευτόν.
____________________
RV: [<ἱεράκιον τὸ μέγα>· οἱ δὲ σογχίτην, Ῥωμαῖοι λαπτούκα ἠρράτικα, Ἄφροι σιθιλεσαδέ. καυλὸν ἀνίησιν ὑπέρυ- θρον, τραχύν, ἀκανθώδη, ὑπόκενον, φύλλα δὲ ἔχει ἐκ διαστη- μάτων ἐπεσχισμένα ἀραιῶς, σόγχῳ ἐμφερῆ τὴν περιφέρειαν, ἄνθη μήλινα ἐν κεφαλίοις ὑπομήκεσιν. δύναμιν δὲ ἔχει ψυκτικήν, μετρίως ὑποστύφουσαν, ὅθεν στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενον ἁρμό- ζει. ὁ δὲ χυλὸς καταρροφούμενος δηγμὸν στομάχου πραΰνει, ἡ δὲ πόα σὺν τῇ ῥίζῃ καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει.
3.64a.10 <ἱεράκιον τὸ μικρόν>· οἱ δὲ καὶ τοῦτο σογχίτην καλοῦσιν, οἱ δὲ ἔντυβον ἄγριον, Ῥωμαῖοι ἴντουβουμ ἀγρέστεμ, Ἄφροι σι- θιλεσαδέ. φύλλα ἔχει καὶ αὐτὸ ἐκ διαστημάτων ἐπεσχισμένα τὴν περιφέρειαν, καυλία δὲ ἀνίησι τρυφερὰ καὶ χλωρά, ἐν οἷς ἄνθη μήλινα, κύκλον περιγράφοντα. δύναμιν δὲ ἔχει καὶ αὐτὸ τὴν αὐτὴν τῷ προειρημένῳ.]
____________________
RV: σέλινον κηπαῖον· οἱ δὲ μελισσόφυλλον, προφῆται αἷμα Ὥρου, Ῥωμαῖοι ἄπιουμ, Αἰγύπτιοι μίθ, Ἄφροι σίληνα.
RV: ἑλεοσέλινον· οἱ δὲ πεδινόν, οἱ δὲ ὑδροσέλινον, οἱ δὲ σέλινον ἄγριον καλοῦσιν, Ῥωμαῖοι ἄπιουμ ῥούστικουμ.
Identifications proposées
- Apium graveolens (Beck)
- (Aufmesser)
- (Berendes)
- (García Valdés)