Hierakion (Dioscoride)
Texte grec de Wellmann
RV: 3.64a.1 [<ἱεράκιον τὸ μέγα>· οἱ δὲ σογχίτην, Ῥωμαῖοι λαπτούκα ἠρράτικα, Ἄφροι σιθιλεσαδέ. καυλὸν ἀνίησιν ὑπέρυ- θρον, τραχύν, ἀκανθώδη, ὑπόκενον, φύλλα δὲ ἔχει ἐκ διαστη- μάτων ἐπεσχισμένα ἀραιῶς, σόγχῳ ἐμφερῆ τὴν περιφέρειαν, ἄνθη μήλινα ἐν κεφαλίοις ὑπομήκεσιν. δύναμιν δὲ ἔχει ψυκτικήν, μετρίως ὑποστύφουσαν, ὅθεν στομάχῳ καυσουμένῳ καὶ φλεγμοναῖς καταπλασσόμενον ἁρμό- ζει. ὁ δὲ χυλὸς καταρροφούμενος δηγμὸν στομάχου πραΰνει, ἡ δὲ πόα σὺν τῇ ῥίζῃ καταπλασθεῖσα σκορπιοπλήκτοις ἀρήγει.
3.64a.10 <ἱεράκιον τὸ μικρόν>· οἱ δὲ καὶ τοῦτο σογχίτην καλοῦσιν, οἱ δὲ ἔντυβον ἄγριον, Ῥωμαῖοι ἴντουβουμ ἀγρέστεμ, Ἄφροι σι- θιλεσαδέ. φύλλα ἔχει καὶ αὐτὸ ἐκ διαστημάτων ἐπεσχισμένα τὴν περιφέρειαν, καυλία δὲ ἀνίησι τρυφερὰ καὶ χλωρά, ἐν οἷς ἄνθη μήλινα, κύκλον περιγράφοντα. δύναμιν δὲ ἔχει καὶ αὐτὸ τὴν αὐτὴν τῷ προειρημένῳ.]