Ôkimoeides (Dioscoride)
Texte grec de Wellmann
4.28.1 <ὠκιμοειδές>· οἱ δὲ καὶ ταύτην ἔχιον καλοῦσιν ἢ Φιλε- ταίριον. φύλλα μὲν ἔχει ὠκίμῳ ὅμοια, κλῶνας δὲ σπιθαμιαίους, δασεῖς, λοβοὺς δὲ παραπλησίους ὑοσκυάμῳ, πλήρεις σπέρματος μέλανος, ἐοικότος μελανθίῳ. δύναμιν δὲ ἔχει τὸ σπέρμα πινόμενον ἐν οἴνῳ ἐχιοδήκτους καὶ τὰ ἄλλα τῶν ἑρπετῶν δήγματα θεραπεύειν· δίδοται δὲ καὶ ἰσχιαδικοῖς μετὰ σμύρνης καὶ πεπέρεως. ῥίζα δ' ὕπεστι λεπτή, ἄχρηστος.
____________________
RV: ὠκιμοειδές· οἱ δὲ καὶ ταύτην ἔχιον καλοῦσιν, οἱ δὲ σκορπίουρον, οἱ δὲ σπαργάνιον, οἱ δὲ ἀλθαία, οἱ δὲ ἀμα- ρανθίς, οἱ δὲ προβαταία, οἱ δὲ ἐλάφειον, οἱ δὲ ἀντίμιμον, οἱ δὲ πορφυρίδα, οἱ δὲ αὔγειον, οἱ δὲ νεμέσιον, οἱ δὲ Φιλεταίριον, οἱ δὲ ὑαινοψώνιον, οἱ δὲ θυρσῖτιν, οἱ δὲ θερμοῦθιν, οἱ δὲ μισο- παθές, Ῥωμαῖοι ὠκιμάστρουμ.
Identifications proposées
- Silene gallica (Beck)
- (Aufmesser)
- (Berendes)
- (García Valdés)