Psullion (Dioscoride)

De Pl@ntUse
Aller à la navigation Aller à la recherche
huoskuamos
De Materia Medica (Dioscoride, 1er siècle)
strukhnon kêpaion


Texte grec de Wellmann

4.69.1 <ψύλλιον>· οἱ δὲ κυνοκέφαλον, Σικελοὶ δὲ κρυστάλλιον, οἱ δὲ κυνόμυιαν καλοῦσι· φύλλον ἔχει κορωνόποδι ὅμοιον, δασύ, κλῶνας δὲ σπιθαμιαίους· καὶ τὸ ὅλον δὲ βοτάνιον χορτῶδες. ἄρχεται δὲ αὐτοῦ ἡ κόμη ἀπὸ μέσου τοῦ καυλοῦ, κεφάλια δύο ἢ τρία ἐπ' ἄκρου συνεστραμμένα, ἐν οἷς σπέρμα ψύλλοις ἐοι- κός, μέλαν, σκληρόν· φύεται ἐν ἀρούραις.

4.69.2 δύναμιν δὲ ἔχει ψυκτικήν· ὠφελεῖ δὲ καταπλασσόμενον ἀρθρίτιδας, παρωτίδας, φύματα, οἰδήματα, στρέμματα, κεφαλ- αλγίας μετὰ ῥοδίνου καὶ ὄξους καὶ ὕδατος, ἐντεροκήλας τε τὰς ἐπὶ παίδων καὶ ἐξομφάλους ὑγιάζει καταπλασσόμενον· δεῖ δὲ ὀξυβάφου πλῆθος λεάναντας βρέχειν ἐν ὕδατος δυσὶ κοτύλαις καὶ ὅταν παγῇ τὸ ὕδωρ ἐπιπλάττειν· ψύχει δὲ ἱκανῶς.

____________________

RV: ψύλλιον· οἱ δὲ κατάφυσις, οἱ δὲ κυνοκεφάλιον, οἱ δὲ κρυστάλλιον, οἱ δὲ κυνόμυιαν, οἱ δὲ ψύλλερις, οἱ δὲ Σικε- λιωτικόν, Σικελοὶ δὲ κυνοειδὴςκρυστάλλιον, Ῥωμαῖοι σιλβά- κιουμ, οἱ δὲ ἕρβα πουλικάρις, Ἄφροι οὐαργουγούμ.

Identifications proposées

  • Plantago psyllium et Plantago cynops (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

Traduction française

Traduction allemande de Berendes

Commentaires de Berendes