Akalêphê (Dioscoride)

De Pl@ntUse
Version datée du 31 janvier 2019 à 09:16 par WikiSysop (discussion | contributions) (Page créée avec « {{Tournepage Dioscoride |titre=''De Materia Medica'' (Dioscoride, 1er siècle) |titrepageprécédente=kotulêdôn hetera (Dios... »)
(diff) ← Version précédente | Voir la version actuelle (diff) | Version suivante → (diff)
Aller à la navigation Aller à la recherche
kotulêdôn hetera
De Materia Medica (Dioscoride, 1er siècle)
galêopsis


Texte grec de Wellmann

4.93.1 <ἀκαλήφη>· οἱ δὲ κνίδην. δισσὸν εἶδος ταύτης· ἡ μὲν γάρ ἐστιν ἀγριωτέρα, τραχυτέρα καὶ πλατυτέρα καὶ μελαντέρα τοῖς φύλλοις, καρπὸν δὲ ὅμοιον λινοσπέρμῳ ἔχει, πλὴν ἐλάττονα. ἡ δ' ἑτέρα λεπτόσπερμός τε καὶ οὐχ ὁμοίως τραχεῖα. ἀμφοτέρων δὲ τὰ φύλλα καταπλασσόμενα μεθ' ἁλῶν κυνό- δηκτα ἰᾶται καὶ γαγγραινικὰ καὶ κακοήθη καὶ καρκινώδη καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καὶ στρέμματα, φύματα, παρωτίδας, φύ- γεθλα, ἀποστήματα· σπληνικοῖς δὲ μετὰ κηρωτῆς ἐπιτίθεται· ποιεῖ καὶ πρὸς τὰς ἐκ μυκτήρων αἱμορραγίας τὰ φύλλα σὺν τῷ χυλῷ λεῖα ἐντιθέμενα· κινεῖ δὲ καὶ ἔμμηνα λεῖα μετὰ σμύρνης προστεθέντα καὶ ὑστέρας προπτώσεις ἀποκαθίστησι προσαπτό-

4.93.2 μενα νεαρὰ τὰ φύλλα. τὸ δὲ σπέρμα ἐπὶ συνουσίαν παρορμᾷ πινόμενον μετὰ γλυκέος καὶ ὑστέραν ἀναστομοῖ· σὺν μέλιτι δὲ ἐκλειχόμενον ὀρθοπνοίας ὠφελεῖ καὶ πλευρίτιδας καὶ περιπνευ- μονίας· ἀνάγει δὲ καὶ τὰ ἐκ θώρακος· μείγνυται δὲ καὶ σηπταῖς. συνεψηθέντα δὲ τὰ φύλλα κογχαρίοις κοιλίαν μαλάττει, ἐμπνευ- ματώσεις λύει, οὖρα κινεῖ, σὺν πτισάνῃ δὲ ἑψηθέντα τὰ ἐκ θώρακος ἀνάγει. τὸ δὲ ἀφέψημα τῶν φύλλων σὺν ὀλίγῃ σμύρνῃ ποθὲν κινεῖ καταμήνια, ὁ δὲ χυλὸς ἀναγαργαριζόμενος στέλλει κιονίδα φλεγμαίνουσαν.

____________________

RV: κνήφηκνίδη· οἱ δὲ ἀκαλύφη, οἱ δὲ ἀδίκη, Ῥω- μαῖοι οὐρτίκα, Αἰγύπτιοι σελεψιού, Δάκοι δύν.

κνήφη ἑτέρα· οἱ δὲ ἀκαλύφην καλοῦσιν, Ῥωμαῖοι οὐρτίκα μόλλις.

Identifications proposées

  • Urtica sp. (Beck)
  • (Aufmesser)
  • (Berendes)
  • (García Valdés)

Traduction française

Traduction allemande de Berendes

Commentaires de Berendes